Monday, May 18, 2015

Χαιρετισμοί Άγιοι Ισαπόστολοι Κωνσταντίνος και Ελένη


Κοντάκιον. Ἦχος δ΄. Τῇ Ὑπερμάχῳ.

Τῶν χριστωνύμων ἡ πληθὺς δεῦτε συνέλθετε, χαρμονικοῖς ἐν μελῳδήμασι γεραίροντες, Κωνσταντῖνον καὶ Ἑλένην τοὺς θεοστέπτους, τοὺς τὴν πίστιν τοῦ Χριστοῦ τρανῶς κηρύξαντας, καὶ τὸν Τίμιον Σταυρὸν ἀνακαλύψαντας, τούτοις κράζοντες· Χαίρετε παναοίδιμοι.

Ἄνοιξόν μου τὸ στόμα, Ἰησοῦ ὁ Θεός μου, ὑμνῆσαι Κωνσταντῖνον τὸν μέγαν (γ΄)· χριστωνύμων πάντων τὴν χαράν, καὶ τῆς πίστεως λαμπρότατον κήρυκα, καὶ τράνωσον τὴν γλῶσσάν μου, βοῆσαι πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε, Θεῷ ὁ προορισμένος·
χαῖρε, Αὐτῷ καθιερωμένος.
Χαῖρε, βασιλέων φυλῆς καταγόμενος·
χαῖρε, ὁ σοφίαν καὶ σύνεσιν κτώμενος.
Χαῖρε, ὅτι ἔργῳ ἔδειξας τοῦ Θεοῦ προορισμόν·
χαῖρε, ὅτι σὺ ἀπέφυγες ἀπιστίας σκοτασμόν.
Χαῖρε, ὁ οὐρανόθεν προσκληθεὶς ἐν τῇ πίστει·
χαῖρε, ὑπὸ Σιλβέστρου βαπτισθεὶς ἐν τῇ Ῥώμῃ.
Χαῖρε, χαρὰ τῶν πιστῶν καὶ σέμνωμα·
χαῖρε, φθορὰ ἀπίστων καὶ θρήνημα.
Χαῖρε, δι’ οὗ ἱερεῖς ἐγκαυχῶνται·
χαῖρε, δι’ οὗ βασιλεῖς στεφανοῦνται.
Χαῖρε, ἄναξ ἀοίδιμε.

Βλέπων λυμαινομένους, τοῦ Χριστοῦ τὴν ἀγέλην, Μαξέντιόν τε καὶ Μαξιμῖνον. Θαῤῥήσας Κωνσταντῖνε Θεῷ, καὶ Σταυροῦ τῇ πανοπλίᾳ φραξάμενος, τυράννους ἄρδην ὤλεσας, καὶ ἀνεβόας τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Γνώμην θείαν πλουτούσα, μακαρία Ἑλένη, προσῆλθες ἐν τῇ πίστει Κυρίου. Καὶ σὸν γόνον τὸν σεπτὸν συνεργόν, Κωνσταντῖνον τὸν ἀείμνηστον ἔχουσα, χαρᾶς ἀπείρου ἔπλησας, τὴν οἰκουμένην σοι βοῶσαν·

Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, χριστωνύμων ἁπάντων τὸ καύχημα·
χαῖρε, βασιλίδων πασῶν ἐγκαλλώπισμα.
Χαῖρε, σὺ γὰρ ἡμῖν δέδωκας τοῦ Κυρίου τὸν Σταυρόν·
χαῖρε, σὺ γὰρ ἐκ γῆς ἤστραψας τρόπαιον τὸ θαυμαστόν.
Χαῖρε, τὸν ζωηφόρον Τάφον ἡ ἐφευροῦσα·
χαῖρε, παντὶ τῷ κόσμῳ τοῦτον ἡ φανεροῦσα.
Χαῖρε, χαρὰ τοῦ κόσμου καὶ θρύλημα·
χαῖρε, φθορὰ εἰδώλων καὶ θρήνημα.
Χαῖρε, δι’ ἧς ὁ Χριστὸς ἐδοξάσθη·
χαῖρε, δι’ ἧς πίστις ἡ θεία ὑψώθη.
Χαῖρε, ἄνασσα πάντιμε.

Δύναμις τοῦ Ὑψίστου, κατεπέφθη σοι ὄντως, Ἑλένη μακαρία ἐξ ὕψους, προσκυνούσῃ τοὺς Ἁγίους Τόπους σεπτῶς, διὰ τοῦτο καὶ θεῖον ναὸν ἤγειρας, λίαν περικαλλέστατον, Χριστῷ Σωτῆρι βοῶσα·

Ἀλληλούϊα

Ἔχων ἐν τῇ ψυχῇ σου, τὸν Χριστὸν ἐνοικοῦντα, καὶ θείου φωτισμοῦ σε πληροῦντα, τριακοσίους δέκα καὶ ὀκτώ, θεοφόρους Πατέρας ἡμῶν ἤθροισας, καὶ τοὺς πιστοὺς ἐστήριξας, βοᾷν σοι μετὰ πόθου ταῦτα·

Χαῖρε, ὁ ἄναξ ὁ χριστοφόρος·
χαῖρε, ὁ Μέδων ὁ θεοφόρος.
Χαῖρε, Ἀποστόλων Χριστοῦ ὁ ἰσότιμος·
χαῖρε, τῶν Πατέρων τῶν θείων ἰσάριθμος.
Χαῖρε, ὅτι σὺ ἐκήρυξας τὴν Τριάδα τὴν σεπτήν·
χαῖρε, ὅτι πάσας εἵλκυσας εἰς τὴν πίστιν τὴν ὀρθήν.
Χαῖρε, τῆς ὁμωνύμου πόλεως ὁ δομήτωρ·
χαῖρε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ὁ κοσμήτωρ.
Χαῖρε, σὲ γὰρ ἐθαύμασαν Ἄγγελοι·
χαῖρε, σοὶ γὰρ ᾐδέσθησαν ἄνθρωποι.
Χαῖρε, ναοῦ τοῦ κλεινοῦ σου προστάτα·
χαῖρε, ἡμῶν τῶν τιμώντων σε ῥύστα.
Χαῖρε, ἄναξ ἀοίδιμε.

Ζήλων ἔνδοθεν πνέων, ὑπὲρ Σοῦ Θεοτόκε, ὁ μέγας βασιλεὺς Κωνσταντῖνος. Σοὶ μὲν τὴν πόλιν ἀφιεροῖ, κουροτρόφον καὶ προστάτην ἔχουσαν, ἣν εἰς αἰῶνας φύλαττε, ἀναβοῶσαν τῷ Υἱῷ Σου·

Ἀλληλούϊα.

Ἤκουσαν ἔθνη πάντα, διὰ σοῦ πανολβία, τὸ κήρυγμα τοῦ Εὐαγγελίου, οἵ τε Ἀρμένιοι καὶ Ἰνδοί, Ἴβηρες καὶ πάντες οἱ λοιποὶ δέσποινα, ὅθεν φυλαὶ καὶ γλῶσσαί σε γεραίρουσαι βοῶσι ταῦτα·

Χαῖρε, Θεῷ ἡ προορισμένη·
χαῖρε, Αὐτῷ ἡ ἐκλελεγμένη.
Χαῖρε, Προφητίδων τῶν πάλαι ἰσότιμε·
χαῖρε, Μυροφόρων Χριστοῦ ἰσοστάσιε.
Χαῖρε, ὅτι ἐζήλωσας τὴν Μωσέως Μαριάμ·
χαῖρε, ὅτι ἐχρημάτισας θειοτέρα τῆς Ὁλδᾶς.
Χαῖρε, Χριστοῦ τῷ τάφῳ ἡ κομίσασα μύρα·
χαῖρε, Μαγδαληνή τε ἄλλη καὶ Ἰωάννα.
Χαῖρε, Ἰουδὶθ ἀνδρείαν νικήσασα·
χαῖρε, βασιλίδα Ἐσθὴρ ὑπεράρασα.
Χαῖρε, Χριστὸν ὡς Σαλώμη ποθοῦσα·
χαῖρε, Αὐτὸν ὡς Σωσσάνα φιλοῦσα.
Χαῖρε, ἄνασσα πάντιμε.

Θεοδρόμον πορείαν, ποιουμένη θεόφρον, ὑπέστρεψας εἰς τὴν βασιλίδα, καὶ τὸν Τίμιον Σταυρὸν Χριστοῦ, καὶ τοὺς ἥλους δὲ τῷ σῷ υἱῷ ἤνεγκας, χαρᾶς ἀπείρου ἔμπλεως, ἀναβοῶσα τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Ἶδον πάντα τὰ ἔθνη, διὰ σοῦ Κωνσταντῖνε, Σταυρὸν τὸν θαυμαστὸν τοῦ Κυρίου, καὶ φωτὶ περιλαμφθέντα τρανῶς, δυσσεβείας πάντα σκοτασμὸν ἔφυγεν, καὶ τῷ Χριστῷ προσέδραμες, διό σοι προσφωνοῦμεν ταῦτα·

Χαῖρε, Ἀπόστολε τοῦ Κυρίου·
χαῖρε, λαμπτὴρ τοῦ Εὐαγγελίου.
Χαῖρε, τοῦ Τιμίου Σταυροῦ ἡ φανέρωσις·
χαῖρε, τοῦ κηρύγματος Χριστοῦ ἡ ἐξάπλωσις.
Χαῖρε, τὰ ἔθνη ἅπαντα προσενήνοχας Χριστῷ·
χαῖρε, ὅτι θεία τεμένη ᾠκοδόμησας Αὐτῷ.
Χαῖρε, τοῦ Παναγίου Τάφου στηλογραφία·
χαῖρε, προσκυνημάτων θείων χορηγία.
Χαῖρε, σὺ γὰρ κοινὸν πόλεις καύχημα·
χαῖρε, τὸ ἡμῶν θεῖον ἐντρύφημα.
Χαῖρε, παρ’ οὗ βασιλέων πλουτοῦμεν·
χαῖρε, δι’ οὗ καὶ τὴν πίστιν τηροῦμεν.
Χαῖρε, ἄναξ ἀοίδιμε.

Κλῆρον θεῖον λαβόντες, παρὰ σοῦ Κωνσταντῖνε, εὐσέβειαν καὶ τὴν βασιλείαν, παῤῥησίαν ἔχων πρὸς Θεόν, ἀμφότερα ἔχειν τοὺς πιστούς, πρέσβευε ὅπως ἐπαγγελλόμενος συμφώνως Χριστῷ ἐκβοῶμεν·

Ἀλληλούϊα.

Λάμψασα ἐν τῇ πίστει, ὡς λαμπὰς φαιδροτάτη, Ἑλένη πανολβία ἐφάνης, θείων δὲ τῶν σῶν ἔργων φωτί, τῶν εἰδώλων τὴν σκοτόμαιναν ἔλυσας, καὶ πάντας κατεφώτισας, βοᾷν σοι μετὰ πόθου ταῦτα·

Χαῖρε, λαμπὰς ἡ φωτεινοτάτη·
χαῖρε, ἀμνὰς Χριστοῦ πραοτάτη.
Χαῖρε, ἀνασσῶν εὐσεβῶν ἀγαλλίαμα·
χαῖρε, γυναικῶν ἁπασῶν σεμνολόγημα.
Χαῖρε, ὅτι παρεστόλισας τοῦ Κυρίου τοὺς ναούς·
χαῖρε, ὅτι ἠφάνισας τῶν εἰδώλων τοὺς βωμούς.
Χαῖρε, τὴν ὀρθὴν πίστιν ἔργοις ἡ βεβαιοῦσα·
χαῖρε, ἀδικουμένων πάντων ὑπερμαχοῦσα.
Χαῖρε, πτωχῶν κοινὸν καταφύγιον· χαῖρε γυμνῶν καὶ ξένων προσφύγιον.
Χαῖρε, δι’ ἧς ἡ εὐσέβεια λάμπει·
χαῖρε, δι’ ἧς ἀρετὴ διαυγάζει.
Χαῖρε, ἄνασσα πάντιμε.

Μεμνημένη θεόφρον, ἐντολῶν τοῦ Κυρίου, ἀγάπην τὴν διπλῆν, ὡς πορφύραν, ἐμπεπορμένη τὸν Θεόν, ὁλοψύχως καὶ τὸ πέλας ἠγάπησας, ὡς ψλαμικὴ βασίλισσα, πεποικιλμένη καὶ βοῶσα·

Ἀλληλούϊα.

Νέος τὴν ἡλικίαν, ὡς ὁ Παῦλος θεόθεν ἐκλήθης, Κωνσταντῖνε θεόφρον, ὅνπερ μιμούμενος προφανῶς ὁλοψύχως τῷ Χριστῷ ἠκολούθησας. Διὸ σὲ μεγαλύνομεν βοῶντες χαρμοσύνως ταῦτα·

Χαῖρε, ἐκλόγιον τοῦ Ὑψίστου·
χαῖρε, ἐκμαγεῖον τοῦ Δεσπότου.
Χαῖρε, ἰχνηλάτης Χριστοῦ ὁ θερμότατος·
χαῖρε, νομοθέτης καλῶν πρακτικώτατος.
Χαῖρε, ὅτι ἐχρημάτισας ἀρετῶν ὑπογραμμός·
χαῖρε, ὅτι σὺ διέλαμψας ὡς πραΰς καὶ ταπεινός.
Χαῖρε, ὅτι ὑπῆρξας στήλη τῆς σωφροσύνης·
χαῖρε, ὅτι ἐδείχθης πύργος δικαιοσύνης.
Χαῖρε, πτωχῶν ἀπόρων βοήθεια·
χαῖρε, νοσούντων πολλῶν προμηθεία.
Χαῖρε, πηγὴ ἀμνησικακίας·
χαῖρε, ἡ κρήνη τῆς συμπαθείας.
Χαῖρε, ἄναξ ἀοίδιμε.

Ξένοις δόγμασι μάκαρ, τῆς Ἁγίας Τριάδος, στοιχῶν διὰ παντός, Κωνσταντῖνε, καταλλήλως ξένην βιοτήν, ἐφηρμόσω ἐν τοῖς ξένοις διδάγμασι, λάμψας ἐν τῇ γῇ ὡς ἥλιος, καὶ ἀναμέλπων τῇ Τριάδι·

Ἀλληλούϊα.

Ὅλον σχοῦσα τὸν πόθον πρὸς Θεὸν μακαρία, καὶ πρὸς τὴν τοῦ πλησίον ἀγάπην, τὸν Θεὸν μὲν ὕμνοις καὶ εὐχαῖς, καὶ τοῖς τῶν ναῶν καλλωπισμοῖς εὔφρανας, πᾶσαν δὲ γῆν ἐπλήρωσας, ἀγαθῶν ἔργων σοι βοῶσαν·

Χαῖρε, θεοῦ ἡ θερμὴ λατρεία·
χαῖρε, τοῦ Κτίστου ἡ θεραπεία.
Χαῖρε, ἀδιάλειπτον εὐχὴν ἡ πλουτήσασα·
χαῖρε, θείοις ὕμνοις ἀεὶ ἡ σχολάζουσα.
Χαῖρε, ὅτι ᾠκοδόμησας τοῦ Κυρίου τοὺς ναούς·
χαῖρε, ὅτι ἀναθήμασι κατεπλούτησας αὐτούς.
Χαῖρε, πάντας ἀνθρώπους ἀεὶ εὐεργετοῦσα·
χαῖρε, τὴν οἰκουμένην εὐποιΐας πληροῦσα.
Χαῖρε, σὲ γὰρ Ἄγγελοι ὕμνησαν·
χαῖρε, σὲ γὰρ οἱ δαίμονες ἔφριξαν.
Χαῖρε, Θεοῦ ἡ τερπνὴ ὑμνωδία·
χαῖρε, βροτῶν ὁδηγὲ σωτηρίας.
Χαῖρε, ἄνασσα πάντιμε.



Πᾶσαν τὴν οἰκουμένην περιέλαβεν ὄντως, τῶν σῶν κατορθωμάτων ὁ φθόγγος. Διὰ τοῦτο παρὰ πάσης πνοῆς, ἀνυμνεῖται Ἑλένη τὸν σὸν ὄνομα, καὶ πᾶσα γλῶσσα μέλπουσα, βοᾷ τῷ Κτίστῃ τῶν ἁπάντων·

Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους, ἐξιστᾷ Κωνσταντῖνε, τῶν σῶν κατορθωμάτων τὸ πλῆθος, εἰς τὴν οἰκουμένην πᾶσαν καὶ γάρ, ὁ σὸς φθόγγος, ὡς ἔφη Δαβὶδ ἔφθασε. Διὸ σὲ μεγαλύνομεν, βοῶντες χαρμοσύνως ταῦτα·

Χαῖρε, τὸ θέαμα τῶν Ἀγγέλων·
χαῖρε, ἡ ἔκπληξις τῶν ἀνθρώπων.
Χαῖρε, οὗ τὸ κλέος ἐν γῇ περιάδεται·
χαῖρε, οὗ τὸ ὄνομα ἀπαύστως θαυμάζεται.
Χαῖρε, γίγας ὁ ὑψίδρομος, ὁ τὸν πόλον ἐκμετρῶν·
χαῖρε, ἄτλας ὁ παγκόσμιος, ὁ τὴν γῆν περιπατῶν.
Χαῖρε, παντὸς τοῦ κόσμου τὸ περίδοξον εὖχος·
χαῖρε, πάντων ἀνάκτων περιλάλητον ἄνθος.
Χαῖρε, ἀστὴρ τοῦ πόλου λαμπρότατε·
χαῖρε, φωστὴρ τοῦ κόσμου φαεινότατε.
Χαῖρε, δι’ οὗ ἐλαμπρύνθη ἡ κτίσις·
χαῖρε, παρ’ οὗ ἐδοξάσθη ὁ Κτίστης.
Χαῖρε, ἄναξ ἀοίδιμε.

Σῶσαι πάντα τὸν κόσμον, τοῦ Σταυροῦ τῇ δυνάμει, ὁ Κύριος τῆς δόξης παμμάκαρ. Τὸν ξύλον τοῦ Σταυροῦ διὰ σοῦ, καὶ τὸν τάφον φανεροῖ τὸν ζωήῤῥυτον, ὃν προσκυνοῦντες ἅπαντες, ἀναβοῶμεν ἀσιγήτως·

Ἀλληλούϊα.

Τάγματα τῶν Ἀγγέλων, Προφητῶν, Ἀποστόλων, Μαρτύρων καὶ Ἁγίων ἁπάντων, ὑπεδέξαντό σε ἐν χαρᾷ, ἀπὸ γῆς πρὸς τὸν οὐρανὸν βαίνουσαν. Μεθ’ ὧν Ἑλένη πρέσβευε, ὅπως σωθῶμεν οἱ βοῶντες·

Χαῖρε, πρὸς Κύριον μεταστᾶσα·
χαῖρε, Αὐτῷ ἀεὶ παρεστῶσα.
Χαῖρε, Προφητῶν ἐν μοναῖς προσφοιτήσασα·
χαῖρε, Ἀποστόλων ἐν σκηναῖς κατοικήσασα.
Χαῖρε, ἐν τῇ κλήρῳ πέλουσα τῶν Ἁγίων ἐν φωτί·
χαῖρε, ἐν χαρᾷ ἡ πρεσβεύουσα, τῇ Τριάδι τῇ σεπτῇ.
Χαῖρε, θαυματουργίας χάριν κοσμησαμένη·
χαῖρε, τοῖς σὲ καλοῦσιν ἅμα παρισταμένη.
Χαῖρε, σὲ γὰρ προστάτην κεκτήμεθα·
χαῖρε, σὲ γὰρ φρουρὸν προβαλλόμεθα.
Χαῖρε, δεινὸν ἐκ θανάτου λυτροῦσα·
χαῖρε, ἡμᾶς ἐν τῇ κτίσει φρουροῦσα.
Χαῖρε, ἄνασσα πάντιμε.

Ὕμνοις ἐξ ὕμνων πάντες, πρὸς τὸν Κτίστην χοροῦσαν, προέπεμπον ἐκ γῆς μακαρία. Πατριάρχαι, Ἱερεῖς, Κριταί, σὺν τῷ θεοστέπτῳ σου βλαστῷ Δέσποινα, ἐν φόβῳ λιτανεύοντες, καὶ μελῳδοῦντες τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Φωτόδοτον λαμπάδα, οἷα παντὶ τῷ κόσμῳ, τὸ φῶς τῆς εὐσεβείας ἁπλοῦσαν, τὴν ἁγίαν σου μνήμην ἡμεῖς, Κωνσταντῖνε χριστοφόρε γεραίρομεν, ἐν ᾗ ἡμῶν μνημόνευε τῶν σὲ φιλούντων καὶ βοώντων·

Χαῖρε, τοῦ κόσμου τὸ φῶς τὸ θεῖον·
χαῖρε, ἅλας πάντας ἡδύνον.
Χαῖρε, τῷ ἀδύτῳ φωτὶ παριστάμενος·
χαῖρε, τῆς Τριάδος τῇ αἴγλῃ τερπόμενος·
Χαῖρε, ἄπλετον κεκτημένος πρὸς Θεὸν παῤῥησίαν·
χαῖρε, φίλος γνήσιος παρεστὼς πρὸς τὸν Χριστόν.
Χαῖρε, θαυμάτων χάριν ἐκ Θεοῦ ὁ πλουτήσας·
χαῖρε, κρήνην χαρίτων τὴν σὴν λάρνακα δείξας.
Χαῖρε, δι’ οὗ τῷ Θεῷ οἰκειούμεθα·
χαῖρε, παρ’ οὗ δεινῶν ἐκλυτρούμεθα.
Χαῖρε, φρουρῶν καὶ ἐν ὥρᾳ θανάτου·
χαῖρε, λυτρῶν κρίσεως ἀδεκάστου.
Χαῖρε, ἄναξ ἀοίδιμε.

Χαίρων μετέστης μάκαρ, πρὸς Χριστὸν Κωνσταντῖνε, τοῦ βίου ἐκχωρῶν ἐν εἰρήνῃ. Λάρνακι μὲν τὸ σῶμα λιπῶν, ἐν χερσὶ δὲ Θεοῦ τὴν ψυχὴν θέμενος, τὴν θείαν καὶ ὁλόφωτον μετὰ Ἀγγέλων ἀναμέλπων·

Ἀλληλούϊα.
Ψάλλων Δαβὶδ ὁ μέγας, εὐφροσύνην προλέγει, τὴν σὴν ὦ θαυμασία Ἑλένη, μητέρα ἐπὶ τέκνῳ ἀεί, εὐφραινομένην διηνεκῶς ἔφησε. Καὶ νῦν ἡμεῖς οἱ δοῦλοί σου, ἐν εὐφροσύνῃ σοῦ βοῶμεν·

Χαῖρε, Θεῷ ἡ νῦν παρεστῶσα·
χαῖρε, ἡ δόξης Αὐτοῦ τρυφῶσα.
Χαῖρε, τῇ Μητρὶ τοῦ Θεοῦ συνυπάρχουσα·
χαῖρε, τῷ υἱῷ σου ἀεὶ συγχαίρουσα.
Χαῖρε, δόξης ἀπολαύουσα καὶ ἀγάπης τοῦ Χριστοῦ·
χαῖρε, ἡ συμβασιλεύουσα εἰς αἰῶνας μετ’ Αὐτοῦ.
Χαῖρε, παντὸς τοῦ κόσμου ἡ κοινὴ μεσιτεία·
χαῖρε, τῶν σὲ τιμώντων ἡ θερμὴ προστασία.
Χαῖρε, ἐλπὶς καὶ βοήθεια·
χαῖρε, ἰσχὺς ὁμοῦ καὶ κραταίωμα.
Χαῖρε, ναοῦ τοῦ κλεινοῦ σου προστάτις·
χαῖρε, ἡμῶν τῶν τιμώντων σε ῥύστης.
Χαῖρε, ἄνασσα πάντιμε.

Ὢ ξυνωρὶς ἁγία, Κωνσταντῖνε Ἑλένη, ἀνάκτων χριστωνύμων τὸ κλέος (γ΄), δεξαμένη τὸν πόθον ἡμῶν οἰκειωθῆναι ἡμᾶς, Θεῷ πρέσβευε συνωνυμοῦντας φύλαττε καὶ πάντας τοὺς πιστῶς βοῶντας·

Ἀλληλούϊα.

Related Posts Plugin for WordPress, Blogger...