Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν νοσούντων συμπαθεῖς ἰατῆρες, καί χειρουργοί τῶν χαλεπῶν παθημάτων, καί τῶν πασχόντων θεῖοι ἀντιλήπτορες, ἴασιν καί λύτρωσιν, καί ὑγείαν καί ῥώσιν, ψυχῆς ὁμοῦ καί σώματος χορηγεῖται ἀπαύστως, Κοσμᾶ σοφέ σύν τῷ Δαμιανῷ, τοῖς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσι.
Δόξα Πατρί... Ἦχος πλ. δ'.
Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀ¬σθενείας ἡμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἡμῖν.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εὐθὺς ἀναγινώσκομεν τὸν Ν΄ ψαλμόν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς. «Θεῖοι ἰατροί ἰάσασθέ με. Γερασίμου»
ᾨδὴ α΄. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας ὡσεί ξηράν.
Θεράποντες θεῖοι τοῦ Λυτρωτοῦ, δυάς Ἀναργύρων, θεραπείας με ταχινῆς, τῆς κατά ψυχήν τε καί τό σῶμα, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.
Ἐπλήγην κακίᾳ τοῦ δυσμενοῦς, καί νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ' ὦ ἰατροί τῶν ἀσθενούντων, τῆς ἐπελθούσης με θλίψεως ρύσασθε.
Ἰάσεις παρέχοντες δωρεάν, Κοσμᾶ θεοφόρε, σύν τῷ θείῳ Δαμιανῷ, πόνων καί δεινῶν ἀρρωστημάτων, τούς προσιόντας ὑμῖν ἀπαλλάξατε.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, λάμπρυνον τόν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.
Ώδή γ'. Οὐρανίας ἁψῖδος.
Ἰατροί δεδειγμένοι, παρά Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρῶς τρυχομένοις, πόνοις καί ἄλγεσι, θεῖοι Ἀνάργυροι, τῆς ταλαιπώρου ζωής μου, τάς ὀδύνας λύσατε, ὡς συμπαθέστατοι.
Ἰαμάτων τά ρεῖθρα, οἷα πηγή δίκρουνος, ἡ τῶν ἱερῶν Ἀναργύρων, δυάς αὐτάδελφος, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ρύπον, καί παθῶν τόν βόρβορον, ἀποκαθαίρετε.
Ἀναργύρως τάς νόσους, τάς τῶν βροτῶν παύοντες, ὡς παρά Κυρίου λαβόντες, τήν χάριν Ἅγιοι, παύσατε δέομαι, τό τῆς καρδίας μου ἄλγος, καί πρός σωτηρίας με, τρίβον ἰθύνατε.
Θεοτοκίον.
Τόν Σωτήρα τοῦ κόσμου, ὑπερφυῶς τέξασα, τήν ἐκ τῆς ἀρχαίας κατάρας, πληγήν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τόν καύσωνα, τῇ σῇ χρηστότητι.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυάς ἁγία, πάσης νόσου καί ἀσθενείας καί θλίψεως, τους καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Κάθισμα. Ἦχος β'. Πρεσβεία θερμή.
Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καί πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανέ μακάριε, καί Κοσμᾶ θεοφόροι Ἀνάργυροι, ἐν ὑγείᾳ ἡμῶν τήν ζωήν, ἀπτώτω τηρήσατε δεόμεθα.
Ὠδή δ'. Εἰσακήκοα, Κύριε.
Ρῶσιν θείαν καί ἴασιν, καί ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, ταῖς συνεχομένοις ἀρρωστήμασι.
Ὀδυνώμενος πάθεσιν, ὑμῶν τῇ πρεσβείᾳ προστρέχω Ἅγιοι• μή παρίδητε Ἀνάργυροι, τόν ταῖς ἁμαρτίαις ἀπολλύμενον.
Ἰατροί συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τήν ἀφόρητόν μου ἄλγησιν, τήν μαστίζουσάν με θεραπεύσατε.
Θεοτοκίον.
Ἰατῆρα κυήσασα, τόν τῶν ὅλων Κτίστην κόσμον ἰώμενον, ἴασαί μου τά ἀλγήματα, Κεχαριτωμένη Μητροπάρθενε.
Ὠδή ε'. Φώτισον ἡμᾶς.
Ἴαμα ἀεί, ἀναβλύζει θείῳ Πνεύματι, ὁ ναός ὑμῶν Ἀνάργυροι κλεινοί, καί ἰᾶται πᾶσαν νόσον καί πᾶν οἴδημα.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἐξ ἡμῶν ἀποδιώκοντες ἀεί, τήν μανίαν τοῦ δολίου πολεμήτορος.
Σῶμα καί ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καί συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμᾶς Ἅγιοι.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τήν χρονθεῖσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκάθαρον τοῖς ρείθροις τοῦ ἐλέους σου.
Ὠδή ς'. Τήν δέησιν ἐκχεῶ.
Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καί τοῦ σώματος δεινάς καχεξίας, ὡς δεδεγμένοι πλουσίαν τήν χάριν, τοῦ θεραπεύειν τάς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τήν σεπτήν ὑμῶν κλήσιν ἑκάστοτε.
Θηρεύσας με, ἡδονῆς δελέατι, ἠχμαλώτευσεν ὁ δόλιος δράκων· ἔνθεν ὀδύναι καί νόσοι καί πόνοι, κρίσει δικαία ἐπῆλθόν μοι Ἅγιοι· ὦν τῆς βαρείας συνοχῆς, ρύσασθέ με Ἀνάργυροι δέομαι.
Ἐκλάμποντες, ὡς φωστῆρες ἄδυτοι, ἰαμάτων τάς ἀκτῖνας τῇ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον, καί τῆς ὑγείας τό φώς διαυγάζετε, Ἀνάργυροι θαυματουργοί, τοῖς τῇ σκέπη ὑμῶν καταφεύγουσι.
Θεοτοκίον
Μητράνανδρε, Μαριάμ Θεόνυμφε, ἡ Θεόν ἀνερμηνεύτως τεκοῦσα, τήν χαλεπήν τοῦ νοός μου σκοτίαν, τῇ φωταυγεῖ σου διάλυσον χάριτι, καί ἴθυνόν με πρός τό φῶς, τῶν σεπτῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυάς ἁγία, πάσης νόσου καί ἀσθενείας καί θλίψεως, τούς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις και το Κοντάκιον
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων τήν χάριν δεξάμενοι, τούς ἀνιάτως νοσοῦντας ἰάσασθε. Κοσμᾶ καί Δαμιανέ ἔνδοξοι, ἁμαρτημάτων τήν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.
Προκείμενον. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ..
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Εὐαγγέλιον (Ματθ. ι' 1, 5-8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητάς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τούτους τούς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαριτῶν μή εἰσέλθητε. Πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες: Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε• δωρεάν ἐλάβετε, δωρεάν δότε.
Δόξα. Ταῖς τῶν Ἀναργύρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ρῶσίν τε καί ἴασιν, τοῖς ἐν ὀδύναις καί λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι θείῳ Πνεύματι, ἀλγεινῶν ρύσασθε, ἡμᾶς παθημάτων, καί κινδύνων ἀπαλλάξατε, καί πάσης θλίψεως, καί ἀρρωστημάτων δεόμεθα, τούς τήν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καί πταισμάτων λύσιν, αἰτήσασθε ἡμίν παρά Θεοῦ, ὡς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρός Χριστόν μακάριοι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ κανόνος.
ᾨδὴ ζ΄. Οἷ ἐκ τῆς Ἰουδαίας.
Ἐκ πηγῶν σωτηρίου, τό γλυκύτατον ὕδωρ τό τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τήν πικρίαν, θεραπεύετε Ἅγιοι, ἀποσβεννῦντες ἀεί, τῶν λυπηρῶν τήν φλόγα.
Γεωργήσας τά πάθη, ἀρρωστήμασι πλείστοις ἤδη ἐτάζομαι• ἀλλ' ὦ δυάς ἁγία, τῶν θείων Ἀναργύρων, τήν ζωήν μου βελτίωσον, καί τῶν πολλῶν μου κακῶν, τήν ἄνεσιν παράσχου.
Ἐν ὀδύνῃ τόν βίον, διά πλῆθος κακίας ἀνύω Ἅγιοι, καί πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας• ἀλλ' ὑμεῖς θεραπεύσατε, Ἀνάργυροι θαυμαστοί, τήν τάλαιναν ψυχήν μου.
Θεοτοκίον.
Ρώμην θείαν μοι δίδου, Θεοτόκε Παρθένε, καθικετεύω σοι, ὡς ἄν ποιῶ καί πράττω, τό θέλημα τό θεῖον, ἐκ δυνάμεως Ἄχραντε, καί τῷ Υἱῷ σου Ἁγνή, πιστῶς εὐαρεστήσω.
Ώδή η'. Τόν Βασιλέα.
Ἅπασαν βλάβην, τήν καθ' ἡμῶν τοῦ Βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καί ἡμῶν τόν βίον, ἀνώδυνον τηρεῖτε.
Σθένος μοι δίδου, κατά παθῶν ὀλεθρίων, ὦ αὐτάδελφε δυάς τῶν Ἀναργύρων, τοῦ πατεῖν ἐπάνω, ὄφεων καί σκορπίων.
Ἴδε τόν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὦ αὐτάδελφε δυάς τῶν Ἀναργύρων, καί παράσχου ταύτῃ, ὑγείαν οὐρανόθεν.
Θεοτοκίον.
Μή διαλίπῃς, Θεοχαρίτωτε Κόρη, περιέπουσα ὡς Μήτηρ τοῦ Ὑψίστου, τούς ὑπερυψούντας, τήν δόξαν σου τήν θείαν.
Ὠδή θ'. Κυρίως Θεοτόκον.
Οἱ κόσμω τάς ἰάσεις, νέμοντες ἀπαύστως, θεομακάριστοι θείοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώτους ἡμᾶς φυλάξατε.
Ὑψώσατε τόν νοῦν μου, ἐννοιῶν ματαίων, καί τήν ζωήν μου τηρήσατε ἄνοσον, ὡς ἀγαθοί μου προστάται θεῖοι Ἀνάργυροι.
Ὑπέρ τῶν ἀνυμνούντων, ὑμᾶς θεοφόροι, διά παντός δυσωπείτε τόν Εὔσπλαχνον, πάσης ἀνάγκης ἐν βίῳ ρύεσθε πάντοτε.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὅτι τῷ σῷ τόκω, ἐκ τῆς ἀρχαίας κατάρας ἐρρύσθημεν, καί τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀναργύρων ἡ ξυνωρίς, οἱ τῶν ἀσθενούντων, ἰατῆ-ρες θαυματουργοί, Κοσμᾶ θεοφόρε, Δαμιανέ τε θεῖε, τῶν ἀρετῶν τά θεῖα ἐνδιαιτήματα.
Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποιΐας ρεῖθρα, ἀνεδείχθητε συμπαθῶς, καί τάς ἀσθενείας, ἰᾶσθε ἀναργύρως, τῶν χαλεπῶς πασχόντων θεῖοι Ἀνάργυροι.
Χάριν δεδεγμένοι παρά Θεοῦ, δωρεάν τάς νόσους, θεραπε¬ύετε τῶν πιστῶν, καί τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τούς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.
Ὤφθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἁγίω, ὁ ναός ὑμών ὁ σεπτός, ἐν αὐτῷ γάρ πᾶς τις, προστρέχων ἐκλυτροῦται, δεινῶν ἀρρωστημάτων θεῖοι Ἀνάργυροι.
Xαίρετε νοσούντων θεραπευταί, καί ρώσεως θείας, καί ὑγείας προμηθευταί, χαίρετε διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμᾶ Δαμιανέ τε ἀξιοθαύμαστοι.
Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καί βλάβης, καί ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρῆτε, ἡμᾶς θαυματοβρῦται τούς προσιόντας πόθω, ὑμῖν Ἀνάργυροι.
Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σύν τῷ θείω Δαμιανῷ, νείματε ὑψόθεν, ἀΰλω χειρουργίᾳ, τοῖς κατατρυχομένοις ποικίλοις πάθεσι.
Οἷά περ θεράποντες ἰατροί, ψυχῶν καί σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀῤῤήτῳ ἐπισκέψει, ἡμῶν θαυματοβρῦται, σοφοί Ἀνάργυροι.
Πᾶσαι τῶν Άγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιoν. Παναγία Τριάς. Πάτερ ημών. Ότι σoυ εστίν.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Αἴτησις καὶ Ἀπόλυσις, μεθ’ ἢν τὰ ἑξῆς·
Προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ρῦσαι νοσημάτων χαλεπῶν, καί φθοροποιῶν ἀλγηδόνων, τῶν Ἀναργύρων δυάς, τούς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ ὑμῷν, ἐνεργείᾳ τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμᾶ παναοίδιμε, Δαμιανέ τε σοφέ, ὅπως ἐν ὑγείᾳ τελείᾳ, καί εἰρηνικῇ καταστάσει, τόν ὑμᾶς δοξάσαντα δοξάζομεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φυλάξαν μὲ ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν....

Παρακλητικός Κανών στον Άγιο Γρηγόριο τον Παλαμά Αρχιεπίσκοπο Θεσσαλονίκης
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τούς παρεστώτας τή σορῶ τῶν λειψάνων σου καί ἐκ ψυχῆς ὀδυνηρᾶς δεομένους σου ἐν συμπαθεία οἴκτειρον σούς δούλους ἠμᾶς, κράζοντας καί λέγοντας τάς ἠμῶν ἰκεοίας
δέξαι καί ἀνάγαγε εἰς τόν Κτίστην τῶν ὅλων• μή ἀποστρέψης ἅγιε κενούς τους σέ μεσίτην πλουτοῦντας εὐπρόσδεκτον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.
Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Ὡς ὄργανον θεῖον τοῦ Παντουργοῦ, Γρηγόριε Πάτερ, ἰκετεύομεν σαῖς λιταῖς ἀξίως ἀξίωσον ὑμνεῖν σέ τούς τήν σορόν σου κυκλοῦντας τήν παντιμον.
Ψυχῶν καί σωμάτων τούς πειρασμούς ἐξ ὕψους ἐλάσας, ἐν εἰρήνη διαβιοῦν τήν ποίμνην σου ταύτην, ἤς προέστης, ἀδιαλείπτως, Γρηγόριε, πρέσβευε.
Χριστόν ὁλοψύχως ἠγαπηκῶς παντός ἀντηλλάξω μεγαλέμπορος γεγονῶς, διό μιμητᾶς σου ἠμᾶς πάντος τους προσιόντας σοί πίπτει ἀναδεῖξον.
Θεοτοκίον
Σωτήρα τεκούσαν σέ καί Θεόν δυσωπῶ, Παρθένε, λυτρωθῆναι μέ τῶν δεινῶν, σοί γάρ νῦν προσφεύγων ἀνατείνω καί τήν ψυχήν καί τήν διάνοιαν.
Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Φωταυγίας ἐκείνης τῆς ὑπέρ νοῦν ἄνωθεν, ἦσπερ ἐνεπλήσβης ἄρρητως καί ὑπερέλαμψας ὡς ἄλλος ἥλιος ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, καί ἠμᾶς ἀξίωσον, Πάτερ Γρηγόριε.
Τρικυμίας τοῦ βίου κατακλυσθεῖς κράζω σοί σου τή μεσιτεία, παμμάκαρ, δεῖξον ἀνώτερόν της καταιγίδας μέ καί ἀγαθός κυβερνήτης τοῦ λοιποῦ μοί γένοιο, Πάτερ Γρηγόριε.
Ὑψηλός σου ὁ βίος ἀσκητικῶς γέγονεν, ἡ δέ σή σοφία ὑπέρλαμπρος ὡς οὐράνιος• ὅθεν ἡ χάρις σέ εἰς τήν λυχνίαν ἀνάγει, ὅπως φῶς τοῖς ἀπασιν εἴης, Γρηγόριε.
Θεοτοκίον
Ἱκετεύω, Παρθένε, τόν ψυχικόν τάραχον καί τῆς ἀθυμίας τήν ζάλην διασκεδᾶσαι μου• σύ γάρ, Θεονυμφε, τόν ἀρχηγόν τῆς γαλήνης, τόν Χριοτόν ἐκύησας, Θεομακάριστε.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου, θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν σορόν σου πλουτοῦμεν ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα. Ἦχος β΄.
Πρεσβείαν θερμήν καί κραταιάν βοήθειαν αἰτοῦμεν ἔκ σού οἱ θλίψεσι πυρούμενοι ἐκτενῶς βοῶντες καί λέγοντες• εὐσυμπάθητε προφθασον καί ἐκ κινδύνων λύτρωοαι ἠμᾶς
τούς πόθω τιμώντας τήν μνήμην σου.
Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Σοί προσπίπτομεν, ἅγιε, καί τήν προστασίαν σου ἑξαιτούμεθα• δίδου πάσι τά αἰτήματα καί πταισμάτων λύσιν, Χριστομίμητε.
Παραμύθιον ἔχει σέ ὁ Θεσσαλονίκης λαός καί καύχημα• τήν γάρ μνήμην σου γεραίροντες τούς ἐχθρούς τροποῦνται τούς τῆς Δύσεως.
Ρωμαλαίω φρονήματι πρός τούς ἐκ τῆς Ἄγαρ ἀχθεῖς ἐνήθλησας, καί ὡς μάρτυρα ἀναίμακτον ὁ Χριστός δοξάζει σέ, Γρηγόριε.
Θεοτοκίον
Ἀπολαύοντες Παναγνέ τῶν σῶν δωρημάτων εὐχαριστήριον ἀναμέλπομεν ἐφύμνιον οἱ γινώσκοντες σέ θεομήτορα.
Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ὄμβρησον ἠμίν ὑετούς τούς τῶν θαυμάτων σου καί τάς ἀρούρας τῶν ψυχῶν ἄρδευσον, ἴνα καρπόν προσάγωμεν σοί τήν εὐλάβειαν.
Ξένα καί φρικτά, ἡ πανίερος διήγησις ἀνακηρύττει σου τά θαυμάσια, ἐξ ὧν μετάδος τοῖς δούλοις σου, Δέσποτα.
Νέον σέ πλουτεῖ κατά Παῦλον ἀρχιτέκτονα ὁ Λογικός της Ἐκκλησίας ναός ὅθεν κραυγάζω σοί• θεῖον κάμε δεῖξον τέμενος.
Θεοτοκίον
Ἴασαι, Ἁγνή, τῆς ψυχῆς μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν
τή πρεσβεία σου παρασχου μοί.
Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ.
Μωρίαν τοῦ Βαρλαάμ ἀπέδειξας καί σαθράν τήν ἐπιστήμην, θεοφρον, τήν ἐν Θαβώρ καταστρέφουσαν δόξαν καί τῷ φωτί τῶν δικαίων ἀνταίρουσαν, οὗ δέομαί σου ἐκτενῶς
τήν ψυχήν μου ἀξίαν ἀναδεῖξον.
Λαλεῖται σου πανταχοῦ τό ἔνθεον καί πανίερον καί ἔνδοξον τέλος• καί γάρ τό φῶς, ὤ συνείπας εὐσθενῶς, τήν σήν σκηνήν καταλάμψαν ἐδόξασε καί ἔδειξεν ὡς ἀληθῶς
πρωτομάρτυρος χρώτα τό εἶδός σου.
Κακίστην καί δυσσεβή ἀπήλεγξας τήν προσθήκην ἐν Συμβόλω τῷ θείω, θεολογῶν καί δεικνύων ἀφύκτως τήν δυαρχίαν ἐντεῦθεν εἰσάγεσθαι• διδάσκαλον οὔν ἡ σεπτή
Ἐκκλησία πλουτεῖ σέ, Γρηγόριε.
Θεοτοκίον
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα καί ψυχῶν σέ παντελῆ σωτηρίαν καί πλατυσμόν ἐν ταῖς θλίψεσι, Κόρη, καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα, ὤ Δέσποινα, καί νῦν ἠμᾶς
τῶν παθῶν καί κινδύνων διασωσον.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου, θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν σορόν σου πλουτοῦμεν ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν τοῖς πειρασμοῖς σέ κεκτήμεθα, σέ μεσίτην πρός τόν ποιητήν προβαλλόμεθα οἱ κατακριτοι καί ὑπεύθυνοι κακῶν πολλῶν• καί νῦν προφθασον, θεῖε Πάτερ,
εἰς τήν βοήθειαν ἠμῶν, τῶν θερμῶς κραυγαζόντων σοί• τάχυνον εἰς πρεσβείαν καί ρύσαι παθῶν παντοίων ποίμνην ὅλην δεομένην σου.
Προκείμενον
Ἦχος δ΄. Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος: Ἀκούσατε ταῦτα πάντα τά Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην.
Τό Εὐαγγέλιον Ἰωάννη ἰ΄ 7-16
Εἶπεν ὁ Κύριος• ἐγώ εἰμί ἡ θύρα• δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μή ἴνα κλέψη καί θύση καί
ἀπολέση• ἐγώ ἦλθον ἴνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων• ὁ μισθωτός δέ καί οὐκ
ὧν ποιμήν, οὗ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖτον λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὁ λύκος ἁρπάζει αὐτά καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός
φεύγει, ὅτι μισθωτός ἐστι καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμᾶ καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει μέ ὁ πατήρ
καγῶ γινώσκω τόν πατέρα• καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὔν ἔστιν ἐκ αὐλῆς ταύτης• κακείνα μέ δεῖ ἀγαεῖν, καί τῆς φωνῆς μου
ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Μέγαν ἀντιλήπτορα σέ κεκτημένη καυχᾶται, Γρηγόριε δέσποτα, ἡ σή ποίμνη ἔχουσα τήν σήν λάρνακα• καί πισττῶς ἄσμασι τήν σεπτήν σήμερον καταστέφει καί γεραίρει σου
μνήμην τήν παντιμον καί τήν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν διά τήν τιμήν τῶν λειψάνων σου. Θεῖε Ἱεράρχα, λαμπρότατε σοφώτατε φωστήρ, μή νῦν παρίδης
τήν δέησιν τῶν παρακαλοῦνταν σέ.
Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. . Τοῦ ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ
Ἀρχιεπισκόπου Θεσσαλονίκης, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.
Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Κραταιόν σέ προστάτην ἐκ Θεοῦ εὐραμένη ἡ θεία ποίμνη σου, κατέχει σου ἐν κόλποις ἐχέγγυον ἀγάπης τήν σορόν τῶν λειψάνων σου, ἀναβοώσα πιστῶς• ὁ Θεός εὐλογητός εἰ.
Θελητήν τοῦ ἐλέους σύ ἐκήρυξας πάσι Χριστόν τόν Κύριον, ρυοθῆναι γοῦν κινδύνων, λοιμοῦ καί ἀνομβρίας τούς βοώντας ἱκέτευε• ὁ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἰ.
Ἡμέρας ἀνεσπέρου καί φωτός ἀϊδίου υἱός γενόμενος, τούς πίστει προσιόντας, τή λαρνακί σου, μάκαρ, ἀναμέλπειν καταύγασον• ὁ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἰ.
Θεοτοκίον
Θησαυρόν σωτηρίας καί πηγήν ἀφθαρσίας τήν σέ κυήσασαν καί πύργον ἀσφαλείας καί θύραν μετανοίας τοῖς κραυγάζουσιν ἔδειξας• ὅ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἰ.
Ὠδή ἡ΄. Τόν Βασιλέα τῶν οὐρανῶν
Τῆς Ἐκκλησίας τόν οὐρανόν καταλμπων, ὡς ἀστήρ ἀπλανής διασώζεις τούς ὑπερυψούντας Χριστόν εἰς τούς αἰώνας.
Τῶν ἰαμάτων σέ ἐνεργόν πᾶς τίς ἔγνω τῶν θερμῶς αἰτούντων σου τήν χάριν, καί πιστῶς τιμώντων τά λείψανά σου, Πάτερ.
Θεσσαλονίκη σέ ὡς ποιμένα γεραίρει, Ἐκκλησία δέ πάσα κηρύττει καί ἀνακροτεῖ σοί τούς θείους σου ἀγώνας.
Θεοτοκίον
Τάς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις καί σαρκός τάς ὀδύνας, Παρθένε• ὅθεν σέ δοξάζω εἰς πάντας τούς αἰώνας.
Ὠδή θ΄. Ἡ Κυρίως Θεοτόκον
Ἐρρέτωσαν καθάπαξ οἱ θεομαχοῦντες καί τήν σήν δόξαν ἀδίκως ἐκβάλλοντες• ὁ γάρ Χριστός σέ δοξάζει φρικτοῖς ἐν θαυμάσι.
Λαμπρῶς ἡ Ἐκκλησία ἄγει σου τήν μνήμην• τῶν γάρ ἐχθρῶν ἀπελέγχει τό δυσφημον, ὡς προτιθεῖσα τήν λάρνακα τῶν λειψάνων σου.
Ἐκάστω τάς αἰτήσεις τάς πρός σωτηρίαν, τῶν σέ τιμώντων ἐξ ὕψους καταπεμψον καί τῶν λυπούντων τήν ποίμνην σου ἐλευθέρωσον.
Θεοτοκίον
Φωτός σου ταῖς ἀκτίσι λάμπρυναν, Παρθένε, τό ζοφερόν της ἀγνοίας διώκουσα, τούς εὐσεβῶς Θεοτόκιον σέ καταγγέλλοντας.
Τό Ἄξιόν ἐστι καί τά Μεγαλυνάρια
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.
Τόν θεῖον Γρηγόριον, οἱ πιστοί, πάντες συνελθόντες εὐφημήσωμεν εὐσεβῶς ὡς ὄντως ποιμένα τοῖς πράγμασι φανέντα καί στόμα ἀληθείας καί φωτός κήρυκα.
Προσέλθωμεν ἄνθρωποι ἐκ ψυχῆς, ἀψώμεθα πάντες μετά πίστεως τῆς σοροῦ τῶν Θείων λειψάνων, τήν λύσιν ἑξαιτοῦντες παντοίων ἄλγηδονων καί πάσης θλίψεως.
Φρούρησον τήν ποίμνην σου ὁ καλός ἄγρυπνος προστάτης, τήν κυκλοῦσάν σου τήν σορόν, καί ρύσαι κινδύνων καί πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἴλεως γενού μοί σοί ἐκβοά Θεσσαλονικέων ὁ πιστότατός σου λαός, Γρηγόριε Πάτερ, ταῖς ἱεραῖς λιταίς σου μετά τοῦ Μυροβλύτου ἠμᾶς περισῶζε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ἱερεύς: Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἦχος β΄.
Ἱεραρχῶν τό θεῖον κειμήλιον, Πάτερ Ὅσιε, παμμάκαρ Γρηγόριε, τήν ἱεράν θήκην τῶν λειψάνων σου ἐν τή μνήμη σου αἴροντας σήμερον, μή καταισχύνης ἠμᾶς ἀναξίους ὄντας τῆς
σῆς ἁγιότητος, ἀλλ' ἀξίωσον ἀκατακρίτως αὐτῆς ἐφάπτεσθαι, τόν πόθον ἀφοσιουμένους, ὄν πρός σέ ἀνατείνομεν πάντες ἐκλιπαροῦντες καί λέγοντες• μή παύση πρεσβεύων
Ἱεράρχα, ὑπέρ τῶν ψυχῶν ἠμῶν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καί ἰατρός τῶν ἀσθενούντων μερόπων καί πρεσβευτής Λουκᾶ πρός τόν Φιλάνθρωπον, τούς ἐπιζητοῦντας σου τήν θεοσδοτον χάριν, μή
ἐλλείπεις ἅγιε ἀπό πάσης ἀνάγκης καί χαλεπῶν του βίου ἀναγκῶν διαφυλάττων ταῖς θείαις πρεσβείαις σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.
Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Λουκᾶ ἀρχιθύτα τόν Ἰησοῦν, πάντοτε δυσώπει ὑπέρ πάντων ὑμῶν λιταῖς ,νόσων λυτρωθῆναι δυσιάτων, καί δυσπραγίας τοῦ βίου πανόβλιε .
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁρμᾶς τάς ἄτακτους τῶν ἡδονῶν, Λουκᾶ καί ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τή σή προστασία Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνασπασον προρριζον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑφέρπων δολίως ὁ πονηρός, προσβάλλει μέ ὄντως ἀρρωστήμασι τοῖς δεινοῖς ,ἄλλ ὡς θεοκίνητος ἀκέστωρ, τήν ἰατρείαν Λουκᾶ δός μοί τάχιστα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Καμάτου τοῦ σώματος καί ψυχῆς, τούς δούλους σου μήτε, ἐλευθέρωσον σαῖς λιταῖς καί χάρισε πάσιν τήν ἐλπίδα τοῦ πλατυσμοῦ καί ἀνέσεως δέσποινα.
Ὠδή γ'. Οὐρανίας ἁψίδος
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀπορρήτως τήν χάριν, τά σά ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταῦτα ἀσπασασθαι ἐν Σάγματα τή μονή, καί ἐν τή χώρα Ρωσίας, ὡς πηγή ζωῆς, Λουκᾶ ἀοίδιμε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰαθῆναι λιταίς σου ,παρακαλῶ ἅγιε , ἐκ τῆς ταραχῆς τοῦ νοός μου καί τῆς δειλίας μου, σύ γάρ ὡς εὔτολμος ἐν τοῖς καιροις τοῖς ἐσχατοις, Χριστοῦ τήν ἀλήθεια, Λουκᾶ ἐκήρυξας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῶ ἐπαρον, τάς σεπτᾶς σου χείρας θεοφρον, πρός τόν Φιλάνθρωπο, ἁπαλλαγῆναι μέ, ἀμπλακημάτων παντοίων, ὡς ἄν τήν σωτήριον, τρῖβον
πορεύσομαι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάς συμβάσεις τοῦ βίου καί δυσμενῆ σκάνδαλα, τάς ἐπιφορᾶς τοῦ βελίαρ καί μηχανήματα γήινων θέλγητρα καί τῶν ματαίων ὀρέξεις ἄφ ἠμῶν ἀποστησον Παντοβασίλισσα.
Διασωσον ὤ Ἱεράρχα Λουκᾶ τους σέ ἀνυμνοῦντας ἐκ κνδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κάτ ἀμφω σημειοφόρε.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό κάθισμα.
Πρεσβεία θερμή
Ἐν χρόνοις τοῖς νῦν, Λουκᾶ Ἀρχιεπίσκοπε, ἐφάνης πιστοις παραμυθία ἄφατος διο μή παύση ἅγιε συντηρῶν προμηθεία τή κρείττονι, ὡς παρρησίαν σχῶν ἐν οὐρανῶ, τούς
πόθω φωνούντας τό σόν ὄνομα.
Ὠδή δ'. Εἰσακήκοα Κύριε
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ρίζαν ἔκοψον Ἅγιέ της δαιμονικῆς σαφῶς ἀθεότητος καί Λουκᾶ πρός ἀγαθότητα ἰθυνας ψυχᾶς τῶν ἀνυμνούντων σέ.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπί σοῖ τάς ἐλπίδας μου ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγνόν τῆς ραθυμίας μου, στῆσαι ὁ φιλουλος ἐφίεμαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῷ φλογμῶ παραβάσεων καί ἀσεβημάτων Λουκᾶ Ἐπίσκοπε ἐκτακεισαν τήν καρδίαν μου δρόσισον ρανίσι τοῦ ἐλέους σου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ὑπάρχων ἀχώρητος καί πληρῶν τά πάντα Θεός ἐχώρησεν ἐν τή μήτρα σου Πανάμωμε ὄν ὑπέρ ἠμῶν ἀεί ἱκέτευε.
Ὠδή ἐ'. Φώτισον ἠμᾶς
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὕψωσον Λουκᾶ πρός τήν ἄνωθεν λαμπρότητα τά νοήματα ἠμων τῶν ἐμπαθῶν διαλύων ἁμαρτίας τά φαντάσματα.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Στόνον τῶν ψυχῶν καί σωμάτων τά ἀλγηματα Ἱεράρχα ζωηφόροις σου λιταις μή ἐλλιπής ἰατρεῦσαι τῶν τιμωντων σέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νῦν ἐν Σαγματά τάς μερίδας τῶν λειψάνων σου οἱ μονάζοντες κατέχοντας Λουκᾶ τοῖς εὐχαῖς ἐκζητούσι τήν εἰρήνευσιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὄν ὑπερφυῶς Θεοτόκε ἀπεκύησας δυσωπουσα μή ἐλλιπής ἐσαεί ἐκλυτρώσασθε ἠμᾶς ἐξ ἀπογνώσεως.
Ὠδή ς'. Τήν δέησιν
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Συστήματα πονηρῶν ἐκύκλωσαν τάς ψυχας ἠμων Λουκᾶ Ἱεράρχα καί σαρκικῶν τά ἀμέτρητα πάθη πρός ἀκρασίας τόν λάκκον καθελκουσι ἠμας τούς κράζοντας πρός σέ ἐκ
φθορᾶς τούς ἰκετάς σού λυτρωσον
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁδήγησον πρός λιμένα εὐδιον Ἱεράρχα τοῦ Χριστοῦ τούς πεσόντας ἐν κλυδωνίω τῆς ζάλης τοῦ βίου καί ἐν ἀβύσσω παγίδων τοῦ ὄφεως ὡς κεκτημένος πρός Θεόν τήν καλήν
παρησίαν πανεύφημε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑπάρχων τωνλογισμῶν ἀναπλεως Ἱεραρχα πολυφρόντιδος βίου καί μερίμνων καθ' ἑκάστην ὁ τάλας ἐν ἠδοναῖς ψυχοφθόροις τοῦ σώματος ἐκ βάθους αἴρω τήν φωνήν πρός
τό θεῖον μέ φῶς καθοδηγησον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νῦν βαρει τῶν ἐμπαθῶν πταισμάτων μου καλυφθησα ἡ καρδία μου σθενει, καί μή τολμῶν ἀτενίσαι πρός ὕψος τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος αἰτοῦμαι ἄφεσιν κακῶν
πανσενεί σού πρεσβεία Θεονυμφε.
Διασωσον ὤ Ἱεράρχα Λουκᾶ τους σέ ἀνυμνοῦντας ἐκ κινδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κάτ ἄμφω σημαιοφόρε.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου
Ὡς Ἱεράρχης Λουκᾶ ἀξιάγαστε Συμφερουπόλεως πάσης ὁ πρόεδρος τοῖς προσιούσιν ἐν πίστει τή λάρνακα τῶν σῶν λειψάνων ἁγίασον χαριτι παρέχων κατ' ἄμφω τήν ἴασιν.
Καί εὐθύς τό Προκείμενον. Ἦχος δ'.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (στ΄. 17-19, θ' 1-2, ἰ' 16-21)
Τῷ καιρῶ ἐκείνω ἦλθε πρός τόν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καί πλῆθος πολύ λαοῦ, ἀπό πάσης της Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ἦλθαν
ἀκοῦσαι αὐτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ'
αὐτοῦ ἐξήρχετο, καί ἰάτο πάντας. (θ'. 1-2) Συγκαλεσάμενος δέ τούς δώδεκα Μαθητᾶς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καί ἐξουσίαν ἐπί πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν.
Καί ἀπέστειλεν αὐτούς κηρύσειν τήν βασιλείαν τοῦ Θεοῦ, καί ἰάσθαι τούς ἀσθενοῦντας. (ι΄. 16-21). Καί ἔλεγεν αὐτοῖς. Ὁ ἀκοῦν ὑμῶν , ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ
ἀθετεῖ, ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ τόν ἀποστείλαντα μέ. Ὑπέστρεψαν δέ οἱ ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες. Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἠμίν ἐν τῷ ὀνόματί σου. Εἶπε
δέ αὐτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμίν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίνων , καί ἐπί πάσαν τήν δύναμιν
τοῦ ἐχθροῦ, καί ὑμᾶς οὐ μή ἀδικήση. Πλήν ἐν τούτω μή χαίρετε, ὅτι τά πεύματα ὑμίν ὑποτάσσεται, χαίρετε δέ μᾶλλον , ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή
τή ὥρα ἠγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καί εἶπεν. Ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ του οὐρανοῦ καί τῆς γής, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί
ἀπεκάλλυψας αὐτά νηπίοις, ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Ἅγιε Ἀνάργυρε Ρωσίας πάσης τό κλέος τῆς Συμφερουπόλεως ἔνδοξε διδάσκαλε καί Ἐπίσκοπε τάς δεινάς μάστιγας τῶν ἀρρωστηματων πυρετῶν τέ καί τά τραύματα τῶν
προσιοντων σοί ἴασαι Λουκᾶ τῷ ἐλέει σου καί ταῖς ἰκετηρίαις πρός τόν σόν Φιλάνθρωπον Κύριον. Παντιμε ἀκέστορ ἐλπίς κεκμηκότων ἀρραγής μή ἐπιλάθη δωρήσασθε πάσι
τά εὐφρόσυνα.
Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Λουκᾶ Ἀρχιεπισκόπου
Συμφερουπόλεως καί Κριμαίας τοῦ ἰατροῦ, Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν
δεομένων σου καί ἐλέησον ἠμᾶς.
Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Τή σή σκέπη προστρέχω Ἱεράρχα αἰτούμενος τήν καρδιάν μου τήν γεμουσαν ἀκάνθας τῆς ὑπερηφανίας καί δαιμόνων θρασύτητος ἀποκαθάραι ταῖς σαῖς ἐντεύξεσι Λουκᾶ μου.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἁγιώτατε Πάτερ νοητῶν Αἰθιόπων καί κακοτρόπων βροτῶν συμβάσως ἀλόγου καί τῆς κακοπραγίας ἀνωτέρους συντήρησον τούς ἑξαιτούντας Λουκᾶ τήν σήν ἐπικουρίαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Στηριγμόν ἐν τή θλίψει ἐν πελάγει τοῦ βίου τοῦ Σαγματά ἡ μονή τά λείψανά σου πάτερ κατέχουσα τό θαρσος κάθ ἑκάστην ἀρύεται. Ἴνα πρός πλάτος χαρᾶς τῆς ὄντως
καταντήση.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰησοῦ τάς ἀγκάλας τῆς θερμῆς σου ἀγάπης καί θυμηδίας ὁμοῦ ὑπάνοιξον μοί Σῶτερ λιταῖς τῆς σῆς τεκούσης ἴνα ψάλλω γηθόμενος ὁ τῶν Πατέρων ἠμων Θεός εὐλογητός εἰ.
Ὠδή ἡ'. Τόν Βασιλέα
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀτρέμας Πάτερ πρό τῶν βημάτων ἀθέων ὠμολόγησας Χριστόν Ἐσταυρωμένον ὄν μή διαλίπης ὑπέρ ἠμῶν λιτάζων.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σοφίας μάκαρ τῆς θεικῆς ὧν δοχεῖον τόν θυμόν καί ταραχώδεις ἐννοήσεις θραῦσον τῆς ψυχῆς μου Λουκᾶ σημειοφόρε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἅγιε λύσον τῆς ταλαιπώρου ψυχῆς μου καί τοῦ σώματος τούς πόνους καί ὀδύνας, σύ γάρ, Ἀρχιθύτης τυγχάνεις καί ἀκέστωρ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰσχύς ἡ ὄντως καί ἡ ἐλπίς καί τό φάος ,ἡ παράκλησης καί ἴαμα κατ' ἄμφω Δέσποινα ὑπάρχεις ἠμῶν τῶν ὀρθοδόξων.
Ὠδή θ'. Κυρίως Θεοτόκον
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάτρευσον τάς νόσους τῶν ψυχοπασχόντων καί ἀλγουμένων Λουκᾶ ὑπέρ ἔννοιαν διευθετῶν τάς ἐννοίας αὐτῶν μακάριε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὡς μέλισσα ἐτρύγεις τήν σοφίαν πάσσαν ἐπί τῆς γής Ἱεράρχα ἀοίδιμε διο νοός μοου ἀπέλασον τήν σκοτόμαιναν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἠδέως οἱ Πατέρες μάνδρας Σαγματίου τά σᾶ ὀστᾶ ὡς μαργάρους κατέχοντες ἐπιζητούσιν θεοφρον τήν σήν ἀντίληψιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Λαόν τῶν ὀρθοδόξων φύλαττε ἐκ λύκων αἱρετικῶν Παναγία Πανύμνητε ἀποκαλύπτουσα πάσαν αὐτῶν κακότητα.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις ἐπισκόπων ὁ κοινωνός τῆς Ρωσίας πάσης ὁ θεοσοφός ἰιατρός χαίροις τῆς Κριμαίας ὁ θεῖος ποιμενάρχης Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος ἅγιος.
Ἔχων τήν σοφίαν παρά Θεοῦ τῶν νενοσηκότων ἐθεράπευες τά δεινά καί τούς πεπτοκότας ἐν λάκκω τῶν ἀθέων τή σῆ δυνάμει Πάτερ Λουκᾶ ἐξήρπασας.
Πάντα τά ὀνείδη διά Χριστόν, φύλακας διώξεις καί αἰκίας σωματικᾶς σκύβαλα ἠγήσω καί ἔφερες γενναίως Λουκᾶ σημειοφόρε καί ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῶ ἡ σεπτή σωρρός σου ἐν Ρωσία ἐπιτέλει, καί ἐν Σαγματίω, ἐκ ταύτης αἵ μερίδες ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας ὡς ἥλιος παμφαής ἐν Συμφερουπόλει τάς χορείας τῶν εὐσεβῶν καί τῆς ἀθεΐας ἐμείωσας τό σκότος, ἐν χώρα τῆς Ρωσίας Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν θρεμμάτων τῶν λογικῶν ἐν τῷ Σαγματίω ταῖς πρεσβείαις σου πρός Χριστόν φύλαττε θεοφρων ἐκ πάσης κακουργίας δαιμόνων τῶν ἐχθίστων Λουκᾶ πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ἀπολυτίκιον. Ἦχος πλ. Τοῦ ἅ. Τόν συνάναρχον λόγον Ἰατρόν καί ποιμένα, Λουκᾶ τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τόν βαστάσαντα Χριστοῦ τά θεία στίγματα, τάς ἐξορίας, τά δεινά, ἐγκλεισμούς ἐν φυλακαῖς,
τάς θλίψεις καί τά ὀνείδη, τόν ἐπί ἐσχάτων φανέντα, ἐν τή Ρωσία νέον Ἅγιον.
Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἤν τό ἑξῆς.
Ἦχος β'. Ὄτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μή κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καί περιστάσεσι, συντηρῶν τόν φιλοχριστόν λαόν τοῦ Κυρίου, τόν ἐπικαλούμενον
ἐν εὐλαβεία πολλή, ὄνομα τό σόν θεοφόρε, καί ὑμνολογοῦντα ἐνθέως, θαύματα καί βίον σου τόν ἅγιον.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τούς προσιόντας τοῖς λειψάνοις σου, καί ἐκζητούντας τήν θερμήν μεσιτείαν σου, Εὐβοίας μέγα καύχημα, παμμάκαρ Δαβίδ, ρύσαι πάσης θλίψεως, ἀνηκέστου μανίας τοῦ δολίου δράκοντος, καί κινδύων παντοίων, ὡς παρρησίαν ἔχων πρός Θεόν, πνευματοφόρε ἀζύγων ὠράϊσμα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.
Θεῶ τό δοτήρι τῶν ἀγαθῶν, Δαβίδ θεοφόρε, τῷ δοξάσαντι σέ λαμπρῶς, προσπίπτων τά χείλη μου αἰτοῦμαι, εἰς τό ὑμνεῖν καί γεραίρειν σέ ἀνοιξον.
Εὐώδης Κυρίου ὤφθης λειμών, καρπούς μυροβόλους τῶν ἐνθέων σου ἀρετῶν, ἐκφύων, Δαβίδ• ὅθεν εὐχαίς σου, τήν δυσωδίαν παθῶν μου ἐκδίωξον.
Ὡς στύλον ἀσκήσεως ἄκλινη, Χριστῷ παιδιόθεν κολληθέντι διηνεκῶς, ὑμνοῦντες, Δαβίδ, σοί ἐκβοῶμεν• ἠμᾶς Χριστοῦ Ἐκκλησία προσκόλλησον.
Θεοτοκίον
Ἀρέσκειν τῷ Κτίστη τέ καί Θεῶ, πανύμνιατε Κόρη, καταξίωσον τόν πιστῶς, προσφεύγοντα σκέπη σου τή θεία, καί τήν σεμνήν σου μορφήν μεγαλύνοντα.
Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Ρυπωθεῖς τή κακία, καί βδελυραῖς πράξεσι, ταῖς σαῖς ἰκεσίαις προσῆλθον, ὅσιε, κράξων σοί• ἐκκάθαρον μέ, Δαβίδ, ὁ καθαρθεῖς ἐν ἀσκήσει, προσευχή, νηστεία τέ, πόνοις
καί θλίψεσι.
Ἐκκαθάραι μέ ρύπου, γέρον Δαβίδ, δέομαι, καί τάς ἐκτροπᾶς τοῦ νοός μου, σύ ἐπανόρθωσον, ὁ τόν Σωτήρα Χριστόν, ἀπό ψυχῆς ἀγαπήσας παιδιόθεν, ὄλβιε, σκεῦος
τῆς χάριτος.
Συμπαθές ἀντιλῆπτορ, ὡς ἀρραγές ἔρεισμα καί ἀδιατάρακτον τεῖχος, πάντες σέ ἔγνωμεν, Δαβίδ, ὅσιων φωστήρ, οἱ ἐκ μύχιων καρδίας, σπεύδοντες ἑκάστοτε, τή μεσιτεία σου.
Καθαγίασον πάσας, τάς εὐσεβῶν φάλαγγας, τάς προσερχομένας ἐν πίστει, τή θεία μάνδρα σου, Δαβίδ, φιάλη χρυσή, ἁγιασμοῦ τέ καί φρέαρ, ἐκβλυζάνων ἀπασιν, ὕδωρ ἰάσεων.
Θεοτοκίον.
Ἀδιάλλακτε Κόρη, ὡς πρός Χριστόν ἔχουσα, καί Υἱόν τόν σόν παρρησίαν, Μῆτερ ἀνήροτε, ἠγιασμένη γαστήρ, Αὐτόν ἀπαύστως δυσώπει, δοῦναι τοῖς ὑμνούσι σέ, χάριν καί ἔλεος.
Διασωσον ἀπό κινδύνων καί θλίψεων σούς ἰκέτας, τούς τιμώντας πανευλαβῶς, Δαβίδ, τήν σήν ἄσκησιν, καί σέβοντας κάραν σου τήν ἁγίαν.
Ἐπιβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Εἴτα μνημονεύει ὁ Ἱερεύς ἐκείνων δί΄ οὖς ἡ Παράκλησις τελεῖται.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Λοκρίδος βλαστός ἐδείχθης ἐνθεώτατος, Εὔβοιας πυρσός, παμμάκαρ φαεινότατος• διό σοί κραυγάζομεν, ἀσκητῶν, Δαβίδ, ἀκροθίνιον, γενοῦ ἠμῶν προστάτης ἀκλινής, ἐν πάσαις τοῦ βίου περιστάσεσιν.
Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύεις νοσήματα λοιμικά, θεράπον Χριστοῦ θερμοτατε, τή ἀπαύστω μεσιτεία σου, πρός τόν Ποιητήν ἠμῶν καί Κύριον.
Νεολαίαν Ὀρθόδοξον, τήν χειμαζομένην βολαῖς τοῦ δράκοντος, ὑποστήριξον καί ἴθυνον, πρός τήν σωτηρίαν, Πάτερ ὅσιε.
Ἀμαυρώσας ὁ δείλαιος, τῆς ψυχῆς τήν χλαίναν ποικίλοις πταίσμασι, σαῖς πρεσβείαις ἑξαιτούμενος, δέομαι, Δαβίδ, αὐτήν σύ κάθαρον.
Θεοτοκίον
Ξένου θαύματος πρόξενε, Μῆτερ τοῦ Ὑψίστου τέ καί Παντάνακτος, δυσωπῶ σέ ὁ ταλαίπωρος, τάς ὁρμᾶς τοῦ σώματος καταστειλον.
Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Ἴσχυσας, Δαβίδ, καθελεῖν ἐχθροῦ τήν ἔπαρσιν, θείω σθένει καί πρεσβεύεις νῦν ἠμᾶς, καταισχύναι προσευχή σατᾶν τόν δόλιον.
Ὤφθης πλημμυρίς, θαυμασίων τέ καί πέλαγος παραδόξων, ὑπερθαύμαστε Δαβίδ, ἐκπληρῶν τῶν σέ τιμώντων πάσαν αἴτησιν.
Σώζειν ἐκ φθορᾶς, καί παγίδων τοῦ ἀλάστορος, εὖρες χάριν, παντευλόγητε Δαβίδ, τῶν Λοκρῶν καί Εὐβοέων σεμνολόγημα.
Θεοτοκίον
Οἴκτιρον ἠμᾶς, Θεοτόκε ὑπερύμνητε, ἡ τόν μόνον Πανοικτίρμονα Θεόν, συλλαβοῦσα καί τεκοῦσα ὑπέρ ἔννοιαν.
Ὠδή στ΄. Τήν δέησιν.
Νενέκρωμαι, οἶμοι, ὁ πολυστηνος, ἀκηδία, καί ὀφλήμασι πλείστοις, ἀλλά θαρρῶν σαῖς πλουσίαις πρεσβείαις, ἀναβοῶ σοί• Δαβίδ παμμακάριστε, ἀναστησόν μέ καί ταχύ, τῆς ζωῆς μοί παρασχου τό φίλημα.
Μακάριος εἰ, Δαβίδ πανένδοξε, ὁ Κυρίου νηπιόθεν τά ἴχνη, ἀκολουθήσας καί φθάσας εἰς ὕψος, ἀοργησίας καί νήψεως ἄμετρον• διό καί χάριν δαψιλή, θεραπεύειν νοσήματα εἴληφας.
Εὐφρόσυνον βιοτήν παρασχου μοί, ἐν εἰρήνη καί ἀγάπη τελεία, ὁ ἐκ ψυχῆς, ὤ Δαβίδ, ἀγαπήσας, τόν Λυτρωτήν καί ζωῆς τόν Εἰρήναρχον, καί τά θελήματα Αὐτοῦ, ἐκτελέσας πιστῶς ἐν τῷ βίω σου.
Θεοτοκίον
Γηθόμενοι σοί, ἁγνή, κροστρέχομεν, τή πηγή τῶν ἀειζώων ναμάτων, καί ἐκβοῶμεν• ἐπόμβρισον τάχος, ταῖς ἐν κακίαις διψώσαις τῶν δούλων σου, καρδίαις νάματα σεπτά, ἀθανάτου ζωῆς, Παναμώμητε.
Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν
Ἀντιλήπτορα μέγα ἡ μάνδρα σου κέκτηται, συμπαθῆ ἀρωγόν καί προστάτην θερμοτατον, σέ τρισμάκαρ Δαβίδ, καί χαίρουσα ἀναβοᾶ• ζόφον δίωξον ἁμαρτιῶν, καί τήν σωτήριον ὁδόν, δεῖξον τοῖς προσπελάζουσι, ταύτη καί προσκυνούσι, τήν κάραν σου τήν ἁγίαν, καί τῷ χορῶ τῶν μοναστῶν, ὡς Χριστοῦ θεράπων γνήσιος.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος: Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον (Κέφ. ἴα΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰμή ὁ Υἱός, καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμί καί ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μονοτρόπων καύχημα, καί τῶν ὅσιων φωσφόρε, λύχνε λάμπων ἀπασιν, ἀρετῶν λαμπρότητι καί φαιδρότητι, σέ ἰκετεύομεν πάσης στενώσεως, ἐπηρείας τοῦ ἀλάστορος, νόσων, μολύνσεων, κινδύνων τέ λύμης καί θλίψεως, τάχιστα ἁπάλλαξον, τούς ἐκδεχομένους σήν μεσιτείαν. Σέμνωμα Εὔβοιας, Δαβίδ θαυματουργέ, τούς εὐλαβῶς, ἐπιζητοῦντας τήν χάριν σου, ὑγιεῖς συντήρησον.
Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ οσίου Δαβίδ του εν Ευβοίας, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.
Ὠδή ζ΄. Οἱ ἐκ τίς Ἰουδαίας.
Ἐν Εὔβοια δομήσας, περιώνυμον μάνδραν, Δαβίδ, ἐσύναξας ἀζύγων μέγα πλῆθος, καί τούτους κατηχήσας, σωτηρίοις διδάγμασιν, ἀπῆλθες πρός οὐρανούς, ὑπέρ ἠμῶν πρεσβεύειν.
Ρύμην τήν τῶν κωνώπων, ὁ διώξας ἐν Δύστω ταῖς σαῖς ἐντεύξευσι, Δαβίδ θαυματοφόρε, ἐκδίωξον ἐν τάχει, πάσαν θλίψιν καί ἔννοιαν, ἀκάθαρτον ἀφ’ ἠμῶν, ταῖς πρός
Χριστόν εὐχαίς σου.
Ὁ τήν συκοφαντίαν, ἀνεχθεῖς τῶν ἄπιστων ἐχθρῶν του Πνεύματος, Δαβίδ, ἐν Λεβαδεία, ἐκ ταύτης σούς ἰκέτας, ἀπολύτρωσαι, Ὅσιε, ἴνα τούς νόμους Χριστοῦ, φυλάξωμεν ἀσμένως.
Θεοτοκίον.
Νομοθέτην τεκοῦσα, ἀνηρότως, Παρθένε, Χριστόν τόν Κύριον, τῆς εὐσεβείας νόμους, καί τοῦ Εὐαγγελίου, τούς ὑμνοῦντας σέ πάντοτε, τηρεῖν ἀμέμπτως, ἁγνή, ἀξίωσον σούς δούλους.
Ὠδή ἡ΄. Τόν Βασιλέα.
Δύναμιν δός μοί, ὁ δυνατός ἐν τοῖς ἔργοις, καί τοῖς ρήμασι φανεῖς, Δαβίδ παμμάκαρ, πάση ἀντιστῆναι, τοῦ πονηροῦ ἰσχύϊ.
Ἀμέμπτων ὤφθης, ἠθῶν, Δαβίδ, ἐκμαγεῖον, καί διάκονος τῶν θείων μυστηρίων• ὅθεν σέ ὑμνοῦντες, αἰτούμεθα λιτᾶς σου.
Βλέψον ἐξ ὕψους, σοφέ Δαβίδ, καί παθῶν μου, διεκχύσεις ψυξον ταῖς σαῖς ἰκεσίαις, πρός τόν Βασιλέα, καί Λυτρωτήν τοῦ κόσμου.
Θεοτοκίον.
Ἰσχύν λαβοῦσα, ἐξευμενίζειν τόν Κτίστην ὥσπερ Μήτηρ παναμώμητος Ἐκείνου, ἐκτενῶς δυσώπει, ὑπέρ ἠμῶν, Παρθένε.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Δαβίδ πνευματοφόρε, τήν σεπτήν μονήν σου, σκέπε ἀεί, περιφρουρεῖ καί φύλαττε, σύν τοῖς χοροῖς τῶν ἀζύγων, τῶν δοξαξόντων σέ.
Χαρᾶς ἐπουρανίου, τυχεῖν ἀξίωσον μέ, τόν σέ Δαβίδ, θεοφόρε, ὡς γνώμονα, τῶν ἀρετῶν καί θαυμάτων, πρόξενον μέλποντα.
Ἀξίωσον τιμᾶν σέ, ἐν εὐήχοις ὕμνοις, καί τήν σορόν προσκυνεῖν τῶν λειψάνων σου, τούς εὐφημούντας ἀπαύστως, Δαβίδ, σέ ἅγιε.
Θεοτοκίον.
Ρυσθῆναι μέ μανίας, τοῦ Βελίαρ, Μῆτερ, ἡ τῶν ἀνθρώπων τόν ρύστην κυήσασα, τόν Λυτρωτήν, Ζωοδότην, καί πάντων Κύριον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια.
Χάριτας βλυζάνει παντοδαπᾶς, ἡ σεπτή σορός σου, θεοφόρε πατήρ Δαβίδ, τοῖς προσερχομένοις, αὔτη μέτ΄ εὐλαβείας, καί πίστει ἐκζητούσι τήν μεσιτείαν σου.
Προσδεξαι δεήσεις σῶν ἱκετῶν, φωτοφόρον ἄστρον, τῆς Εὔβοιας, κλεινέ Δαβίδ, καί ἐξ ἐπήρειας τοῦ μιαροῦ Βελίαρ, ἁπάλλαξον τούς πόθω ὑμνολογοῦντας σέ.
Καύχημα Λοκρίδος περικαλλές, Ἄθωνος καί Ὄασης, ἐνδιαίτημα εὐκλεές, Ναυπακτίας κλέος, ὠράϊσμα Στειρίου, Δαβίδ, καί τῆς Εὔβοιας πέλεις θησαύρισμα.
Σκέπε, φρούρει, φύλαττε ἐκ δεινῶν, τήν σεπτήν μονήν σου, ὀσιώτατε ἀσκητά, ἤς δομήτωρ πέλεις θεοσοφός, καί ρύσαι, αὐτήν ἐξ ἐνεστώσης βλάβης καί θλίψεων.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Καί τό Ἀπολυτίκιον.
Ἦχος ἅ ΄. Τῆς ἐρήμου πολίτης.
Ταπεινώσεως ἄστρον τηλαυγές τό τοῦ Πνεύματος, ταῖς βολαῖς ἀστράψαν καί κόσμον, καταυγάσαν τοῖς θαύμασι, τόν γόνον Ταλαντίου τόν κλεινόν, καί καύχημα Εὔβοιας ἱερόν, ἐπαινέσωμεν ἐκθύμως, Δαβίδ τόν θεοφόρον καί βοήσωμεν• Δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διά σου, πάσιν ἰάματα.
Ἐκτενής καί Ἀπόλυσις, μέθ΄ ἤν ψάλλομεν τό ἑξῆς:
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντων, ὀσιώτατε Δαβίδ, γέρον κεκλημένε, τῶν ποθῶ, ἀσπαζομένων πιστῶς, κάραν σου τήν παντιμον καί σήν λειψάνων σορόν, τάς αἰτήσεις ἐκπλήρωσον, καί ἐξ ὀλέθριων, πειρασμῶν τοῦ δράκοντος, ἁπάλλαξον σαῖς λιταῖς, ἴνα ἀκλινῶς σέ τιμῶσι, καί τόν βασιλέα τῶν ὅλων, τόν σέ μεγαλύναντα δοξάζωσι.