Friday, August 2, 2013

Περὶ ὑπομονῆ - ( Ἁγίου Ἐφραὶμ τοῦ Σύρου )


Ἀγαπητοί, γενώμεθα ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες.
Ὅτε γὰρ ἐν κόσμῳ ὑπήρχομεν, ὅτε ἐν βιωτικοῖς ἀνεστρεφόμεθα πράγμασι, ταῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας θλίψεις ὑφιστάμεθα.


Ἀλλὰ νῦν,
ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι,
θερμῶς τοιαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καθ' ἡμῶν ἐγείρονται καὶ θλίψεις ὑπὸ τοῦ Πονηροῦ.


Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν;
Φθονοῦντος γὰρ ἡμῖν τοῦ Πονηροῦ,
καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς,
εἰς χαύνωσιν καὶ ὀλιγωρίαν ἄγει,
ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν.


Ὅσον τοίνυν καθ' ἡμῶν ὁ Πονηρὸς ἐπεγείρεται,
ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ γενναῖοι καὶ πρόθυμοι, ἑτοίμως ἔχοντες μέχρι θανάτου ὑπομένειν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα,
πᾶσαι αἱ μεθοδεῖαι αὐτοῦ λύονται·

ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Χριστόν,
ὃς ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ' αὐτὸν ὑπομονὴν δίδωσι, καὶ ἐκείνους καταισχύνει, ἡμῶν τὰ νικητήρια τῶν πόνων, τουτέστι τὴν βασιλείαν τοῦ Κυρίου, κομιζομένων.


Γενώμεθα ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδίδοντες,
μηδὲ ἐν τύπῳ χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων καὶ πειρασμῶν ἐν ἑαυτοῖς τι δεχόμενοι.


∆ερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς.


Καὶ γὰρ ὁ Κύριος ἡμῶν οὕτως τὸν ἀγῶνα τοῦτον διώδευσεν,
μαστιζόμενος,
ὀνειδιζόμενος,
ἐμβριμούμενος,
ἐμπτυόμενος,
λιθαζόμενος,
ἔσχατον καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τιμωρούμενος·
καὶ πάντα ὑπήνεγκε διὰ τὴν ἡμῶν σωτηρίαν,
ὑπολιμπάνων ἡμῖν ὑπόγραμμα ζωῆς,

ἵνα, δι' ἧς ὁδοῦ θλίψεως καὶ πειρασμῶν καὶ θανάτου αὐτὸς διώδευσε,
τῇ αὐτῇ ὁδῷ διοδεύσωσιν οἱ ἐν ἀληθείᾳ εἰς αὐτὸν πιστεύσαντες καὶ συγκληρονόμοι αὐτοῦ γενέσθαι βουλόμενοι·

ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν,
ἔσχατον δὲ ἀποθανὼν ἐπὶ σταυροῦ ἐνίκησε καὶ ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ τῆς σαρκός,
καταργήσας καὶ ἀπεκδυσάμενος τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ ἐδειγμάτισε,
θριαμβεύσας αὐτὰς ἐν αὐτῷ,

οὕτω καὶ ἡμεῖς πᾶσαν αὐτοῦ ἐπανάστασιν καὶ θλῖψιν ὑπὸ τοῦ Πονηροῦ ἐμποιουμένην γενναίως καὶ προθύμως καὶ ἕως θανάτου ἐλθόντες,
ἐὰν ὑπομείνωμεν,
τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος.


Καὶ οὕτως δόκιμοι εὑρεθέντες ἐντεῦθεν,
τῆς ἀπολυτρώσεως καταξιώμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ Ἁγίου Πνεύματος πληρώμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα.


Εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται.

Πάσχοντες οὖν καὶ θανατούμενοι διὰ τὸν Κύριον προθύμως,
νικήσομεν πᾶσαν τῶν ἀντικειμένων τὴν δύναμιν καὶ πᾶσαν θλῖψιν, καὶ πειρασμοὺς μὴ ἐπιπόνους ἡγώμεθα,
ἀλλ' εὐκαίρως ὑπομένωμεν πᾶσαν τὴν τοῦ Πονηροῦ ἐπανάστασιν,
τὸν τοῦ Κυρίου θάνατον ἐπιθυμίᾳ πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες.


Καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου,
καθ' ἡμέραν τὸν σταυρὸν αἴροντες,
ὅ ἐστι θάνατος,
ἀκολουθῶμεν αὐτῷ ὀπίσω·
καὶ οὕτως εὐκαίρως ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν.


Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν,
καὶ πρὸ ὀφθαλμῶν ἔχοντες πάντοτε ἐπιποθοῦμεν,
πολλῷ μᾶλλον καὶ θλίψεις βαρείας εὐκαίρως καὶ ἀκαίρως μετὰ χαρᾶς πάντως ὑπομενοῦμεν.


∆ιὰ τοῦτο γὰρ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες,
ἐπειδὴ τὸν τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν ἔχομεν οὐδαμῶς,
καὶ ἐν αὐτῷ πάντοτε ἡ διάνοια οὐκ ἐπιποθεῖ.


Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν κληρονομῆσαι,
καὶ τὸ αὐτοῦ πάθος ἀκωλύτως ἐπιθυμητὸν ἡγήσεται·
ὥστε οἱ Χριστὸν ἀγαπῶντες,
ἐν τούτῳ φαίνονται,
ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς γενναίως καὶ προθύμως ὑπομείνωσι διὰ τὴν εἰς τὸν Χριστὸν ἐλπίδα.


Παρακαλέσωμεν οὖν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ,
μετὰ χαρᾶς ἣν αὐτὸς ἡμῖν χαρίσεται,
δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν·
ἵνα δόκιμοι καὶ ἄξιοι εὑρεθέντες,
σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ,
τῷ Κυρίῳ ἡμῶν·
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Ἁγίου Ἐφραὶμ τοῦ Σύρου

Related Posts Plugin for WordPress, Blogger...